Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.62 Dem. 45.65 (English) >>Dem. 45.68

45.64ἐπειδὴ δʼ ἀπώλετʼ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθʼ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδʼ ἐβοήθησεν, ἀλλʼ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετʼ εἰς Βυζάντιον πλέων, ἡνίκʼ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δʼ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν. 45.65εἶθʼ ὃς εὐτυχούντων ἐστὶ κόλαξ, κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδʼ ἐξ ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτει, καὶ μήτʼ εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτʼ εἰ παρὰ τοῖς ἄλλοις φαύλην δόξαν ἕξει ταῦτα ποιῶν μήτʼ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως ὅλης τῆς ἀνθρωπίνης προσήκει; ἔγωγʼ ἂν φαίην. 45.66ταῦτα μέντοι τὰ τοσαύτην ἔχοντʼ αἰσχύνην, ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντʼ ἀποκρύπτεσθαι προῄρηται πράττειν, ἵνʼ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτʼ ἄλλο μηδὲν ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ· ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθʼ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ θυγατρί, οὐδʼ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφʼ ὑμῶν λῃτουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτιμούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς δεῖ τῇ πόλει, κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλʼ ἐπὶ τῷ κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.62 Dem. 45.65 (English) >>Dem. 45.68

Powered by PhiloLogic